Greek Prose Writing
A sampling of my Ancient Greek prose writing. I am currently working on a larger project telling the story of Penelope and Odysseus’ early relationship. I’ve put a sample from this project below. I’m also happy to add more vocabulary glosses if you would like to use these in your classroom.
The Tale of the Three Brothers (From Harry Potter and the Deathly Hallows) translated into Ancient Greek
Translated by Claire Mieher*
ἦσαν μέν ποτε τρεῖς ἀδελφοὶ ὁδὸν ἐρήμην καὶ πολυγνάμπτην ἄκρᾳ σὺν ἑσπέρᾳ παριόντες. διὰ δὲ χρόνου, εἰς ποταμὸν ἀφίκοντο ἄβατον, ἀλλά τοι μαγεύοντές γε, οἱ οὖν τρεῖς ἀδελφοὶ μόνον σείσαντες τὰς ῥάβδους, γεφυρὰν ἐποιήσαντο. οὐ μέντοι ἐδύναντο διαβαίνειν πρὶν γ᾽ ἐμποδίζειν σχῆμα καλυπτὸν τὴν κεφαλὴν τὸν Θάνατον.
ἡγεῖτο δὲ ψεύσασθαι ὡς εἰώθεσαν οἱ παριόντες πνιχθῆναι ἐν τῷ ποταμῷ. σοφὸς δὲ ὢν ὁ Θάνατος προσεποιήσατο τῆς μαγείας μακαρίζειν τοὺς ἀδελφοὺς, λέγων ὅτι ἕκαστοι γέρας κέκτηνται, ἱκανοὶ ὄντες τῇ σοφίᾳ ὡς ἑαυτὸν φυγεῖν.
ὁ μὲν πρῶτος ᾔτησε ῥάβδον πάντων τῶν ὑπαρχόντων κυριωτέραν. ὁ οὖν Θάνατος τοιοῦτον ἔπλασεν ἐξ ἀκτέας ἐγγὺς κατακρεμωμένης.
ὁ δὲ ἕτερος, βουλόμενος ἔτι καὶ μᾶλλον ὑβρίζειν τὸν Θάνατον, τὴν δύναμιν τοῦ τοὺς φίλους ἀναστῆσαι ᾔτησεν. ὁ δ᾽οὖν λίθον ἐκτίλας ἐκ τοῦ ποταμοῦ παρέσχεν αὐτῷ.
ὁ δὲ Θάνατος τελευτῶν πρὸς τὸν τρίτον ἐτράπετο. ταπεινὸς δὴ ὢν οὗτος, ᾔτησεν ὅ τι ἂν παράσχοι αὐτῷ ἐντεῦθεν ἀπέρχεσθαι ὥστε μὴ ὑπὸ τοῦ Θανάτου διώκεσθαι. οὕτως γοῦν ὁ Θάνατος καὶ ἄκων παρέδωκε τὴν ἑαυτοῦ χλαῖνα τῆς ἀφανείας.
ὁ μὲν οὖν πρώτος ἀπελθὼν εἰς κώμην πόρρω καὶ νωμῶν τὴν ἐξ ἀκτέας ῥάβδον ἀπέκτεινεν ἐκεῖ μάγον τινὰ ὅς ποτε ἀνταγωνιστὴς ἦν.
τῇ δὲ βίᾳ μεθυσθεὶς τῆς ῥάβδου, ηὔχει ἄμαχον εἶναι. καίτοι γε τῆς αὐτῆς νυκτός, μάγος τις ἄλλος τὴν ῥάβδον ἁρπάσας καὶ ἔτι αὐτὸν ἐδειροτόμησεν. οὕτως οὖν τὸν πρῶτον ἥρπασεν ὁ Θάνατος.
ὁ δ᾽ ἕτερος οἴκαδε ἐπανελθὼν χειρὶ ἔτρεψε τρὶς τὸν λίθον. τῷ δὲ χαίροντι ἐφάνη δὴ ἣν ἔμελλε γαμεῖν, πρὶν ἄρα τὸν θάνατον τήνδε ἄωρον ἁρπάσαι. ἀλλὰ τάχα δὴ ἀπαθὴς ἄθυμος τ’ ἐγίγνετο • οὐ γὰρ αὐτῇ προσῆκεν ἐπὶ τῆς γῆς ἐνεῖναι. ὁ δὲ πόθῳ ἐξεστηκὼς ματαίῳ ὅπως παρέσται αὐτῇ ἑαυτὸν ἐβιάσατο. οὕτως οὖν τὸν ἕτερον ἥρπασεν ὁ Θάνατος.
τὸν δὲ τρίτον πολλά γ᾽ ἔτη ἐδίωκεν ὁ Θάνατος, ἀλλ᾽ οὐδέποτε ηὗρεν. ὅτε δὴ γήραος τυχὼν τότε δὴ τὴν χλαῖνα ἀποδυσάμενος παρέδωκε τῷ υἱῷ. ἀσπαζόμενος οὖν τὸν Θάνατον ὡς φίλον πάλαι ὄντα ἀσμένως αὐτῷ συναπῆλθεν ἐκ τούτου τοῦ βίου οἰχόμενος, ὥσπερ ἰσότιμοι.
*A big thank you to Seamus MacDonald and Isaac Bennett-Smith for their comments on this.
An excerpt from my Penelope & Odysseus Project (On Penelope and Helen)
By Claire Mieher*
τῆς μὲν οὖν Ἑλένης προσβαινούσης καὶ φλυαρούσης μόλις ἠσθόμην. ἐν γὰρ μύχῳ κεκλεισμέναι ἐπειρώμην ἔνδοθεν ἄλλο τι ἀκοῦσαι, ὅ τι ἂν μ᾽ ἀπαλλάξειε τῆς νῦν ἀπαθείας. ἀλλ᾽ οὺδὲν μὴν ἐμοὶ ἐπῆλθεν, πλήν γε τῆς ἀνεψίας[1] βοώσης:
“ὦ Πηνελόπεια, τοσοῦτον περίφρον ὅσον ἄφροντις τῶν ἐμῶν πόνων! ἆρ᾽ ἀκούεις μου; τίς δὴ τῶν μνηστήρων ἄριστος; ὁ οὖν κάλλιστος; ἢ ἄρ᾽ ὁ πλεῖστα δῶρα δοῦναι δυνατός; ἐμοίγε δοκεῖ ὁ κάλλιστος…”
ἐπειδὴ τελευτῶσα ἐπαύσατο λέγουσα, τόρως[2] δ᾽ αὖ ἀπεκρινάμην:
“εὐτυχὴς εἶ ᾗ ἔξεστιν αἵρεσις.”
ἄπορος οὖν ἐφαίνετο, ὥσπερ σκεπτομένη ὅπως ἂν πώποτε τοιαῦτα λέγοιμι. συνήγαγε γὰρ τὰς ὀφρὺς[3] τὰς τῆς ὠπὸς θεοειδοῦς. οὕτως καὶ καλλίων ἐφαίνετο.
ἡ δὲ οὐκ ἄφιλος ἦν ἐμοὶ. οὐδεμία γὰρ ἄλλη ὑπῆρχε–οὔτε ἀδελφαὶ οὔτε γε μήτηρ, ᾗ ἐκ παιδὸς οὐδὲν μέλω ἔγωγε. τῇ οὖν ἀνεψίᾳ μόνῃ τὰ ἐν τῷ νῷ ἐπέτρεπον.
[1] cousin
[2] clearly/plainly, lit. “piercingly”
[3] She furrowed her brows
*Again, a big thank you to Seamus MacDonald and Isaac Bennett-Smith for their comments on this.